Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.29 Dem. 45.33 (English) >>Dem. 45.35

45.31λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο.Μίσθωσις Τραπέζης

κατὰ τάδε ἐμίσθωσε Πασίων τὴν τράπεζαν Φορμίωνι· μίσθωσιν φέρειν Φορμίωνα τῆς τραπέζης τοῖς παισὶ τοῖς Πασίωνος δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, χωρὶς τῆς καθʼ ἡμέραν διοικήσεως· μὴ ἐξεῖναι δὲ τραπεζιτεῦσαι χωρὶς Φορμίωνι, ἐὰν μὴ πείσῃ τοὺς παῖδας τοὺς Πασίωνος. ὀφείλει δὲ Πασίων ἐπὶ τὴν τράπεζαν ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.

45.32ἃς μὲν τοίνυν παρέσχετο συνθήκας ὡς κατὰ ταύτας μισθωσάμενος τὴν τράπεζαν, αὗταί εἰσιν, ἄνδρες δικασταί. ἀκούετε δʼ ἐν ταύταις ἀναγιγνωσκομέναις μίσθωσιν μὲν φέρειν τοῦτον, ἄνευ τῆς καθʼ ἡμέραν διοικήσεως, δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν αὐτῷ, ἐὰν μὴ ἡμᾶς πείσῃ. προσγέγραπται δὲ τελευταῖονὀφείλει δὲ Πασίων ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.” 45.33ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν; ἔστι δʼ ὅστις ἄν, διʼ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθʼ τράπεζα, τούτῳ τὰ λοίπʼ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτʼ ἦν πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντʼ ἐπὶ τῇ τραπέζῃ, ὥστʼ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλʼ ἐῶ ταῦτα καὶ τἄλλʼ ὅσʼ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμʼ εἰπεῖν, ὡς οὐκ ὤφειλεν πατήρ, ἀλλʼ οὗτος ὑφῄρηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.29 Dem. 45.33 (English) >>Dem. 45.35

Powered by PhiloLogic